Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 2.121γ.2 | Hdt. 2.121δ.5 (English) | >>Hdt. 2.121ε.4 |
2.121δ.3 τὸν δὲ διαλοιδορέεσθαι πᾶσι ὀργὴν προσποιεύμενον , παραμυθευμένων δὲ αὐτὸν τῶν φυλάκων χρόνῳ πρηΰνεσθαι προσποιέεσθαι καὶ ὑπίεσθαι τῆς ὀργῆς , τέλος δὲ ἐξελάσαι αὐτὸν τοὺς ὄνους ἐκ τῆς ὁδοῦ καὶ κατασκευάζειν .
2.121δ.4 ὡς δὲ λόγους τε πλέους ἐγγίνεσθαι καί τινα καὶ σκῶψαι μιν καὶ ἐς γέλωτα προαγαγέσθαι , ἐπιδοῦναι αὐτοῖσι τῶν ἀσκῶν ἕνα · τοὺς δὲ αὐτοῦ ὥσπερ εἶχον κατακλιθέντας πίνειν διανοέεσθαι , καὶ ἐκεῖνον παραλαμβάνειν καὶ κελεύειν μετʼ ἑωυτῶν μείναντα συμπίνειν · τὸν δὲ πεισθῆναί τε δὴ καὶ καταμεῖναι .
2.121δ.5 ὡς δέ μιν παρὰ τὴν πόσιν φιλοφρόνως ἠσπάζοντο , ἐπιδοῦναι αὐτοῖσι καὶ ἄλλον τῶν ἀσκῶν · δαψιλέι δὲ τῷ ποτῷ χρησαμένους τοὺς φυλάκους ὑπερμεθυσθῆναι καὶ κρατηθέντας ὑπὸ τοῦ ὕπνου αὐτοῦ ἔνθα περ ἔπινον κατακοιμηθῆναι .
2.121δ.6 τὸν δέ , ὡς πρόσω ἦν τῆς νυκτός , τό τε σῶμα τοῦ ἀδελφεοῦ καταλῦσαι καὶ τῶν φυλάκων ἐπὶ λύμῃ πάντων ξυρῆσαι τὰς δεξιὰς παρηίδας , ἐπιθέντα δὲ τὸν νέκυν ἐπὶ τοὺς ὄνους ἀπελαύνειν ἐπʼ οἴκου , ἐπιτελέσαντα τῇ μητρὶ τὰ προσταχθέντα .
ch. 121ε
2.121ε.1
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 2.121γ.2 | Hdt. 2.121δ.5 (English) | >>Hdt. 2.121ε.4 |